Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.199 Joseph. AJ 9.204 (English) >>Joseph. AJ 9.208

9.202κύριος δὲ τούτῳ τῷ τρόπῳ γενόμενος τῶν Ἱεροσολυμιτῶν τούς τε τοῦ θεοῦ θησαυροὺς ἀνείλετο καὶ ὅσος ἦν τῷ Ἀμασίᾳ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς βασιλείοις ἐξεφόρησε, καὶ οὕτως αὐτὸν ἀπολύσας τῆς αἰχμαλωσίας ἀνέζευξεν εἰς Σαμάρειαν. 9.203ταῦτα δʼ ἐγένετο περὶ τοὺς Ἱεροσολυμίτας ἔτει τετάρτῳ καὶ δεκάτῳ τῆς Ἀμασία βασιλείας, ὃς μετὰ ταῦτα ἐπιβουλευθεὶς ὑπὸ τῶν φίλων φεύγει μὲν εἰς Λάχισαν πόλιν, ἀναιρεῖται δὲ ὑπὸ τῶν ἐπιβούλων πεμψάντων ἐκεῖ τοὺς ἀποκτενοῦντας αὐτόν. καὶ τὸ μὲν σῶμα κομίσαντες εἰς Ἱεροσόλυμα βασιλικῶς ἐκήδευσαν· 9.204κατέστρεψε δὲ οὕτως Ἀμασίας τὸν βίον καὶ διὰ τὸν νεωτερισμὸν τῆς πρὸς τὸν θεὸν ὀλιγωρίας, βιώσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι. διαδέχεται δʼ αὐτὸν παῖς Ὀζίας τοὔνομα. 9.205

Πεντεκαιδεκάτῳ ἔτει τῆς Ἀμασία βασιλείας ἐβασίλευσε τῶν Ἰσραηλιτῶν Ἰωάσου υἱὸς Ἱερόβαμος ἐν Σαμαρείᾳ ἔτη τεσσαράκοντα. οὗτος βασιλεὺς τὰ μὲν εἰς τὸν θεὸν ὑβριστὴς καὶ παράνομος δεινῶς ἐγένετο εἴδωλά τε σεβόμενος καὶ πολλοῖς ἀτόποις καὶ ξένοις ἐγχειρῶν ἔργοις, τῷ δὲ λαῷ τῶν Ἰσραηλιτῶν μυρίων ἀγαθῶν αἴτιος ὑπῆρχε. 9.206τούτῳ προεφήτευσέ τις Ἰωνᾶς, ὡς δεῖ πολεμήσαντα τοῖς Σύροις αὐτὸν κρατῆσαι τῆς ἐκείνων δυνάμεως καὶ πλατῦναι τὴν αὑτοῦ βασιλείαν τοῖς μὲν κατὰ τὴν ἄρκτον μέρεσιν ἕως Ἀμάθου πόλεως, τοῖς δὲ κατὰ τὴν μεσημβρίαν ἕως τῆς Ἀσφαλτίδος λίμνης·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.199 Joseph. AJ 9.204 (English) >>Joseph. AJ 9.208

Powered by PhiloLogic